Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.133 Joseph. AJ 4.137 (English) >>Joseph. AJ 4.141

4.135καὶ νῦν, ἐπεί φατε πρὸς ἡμᾶς φιλοστόργως ἔχειν καὶ λυπεῖσθε μελλουσῶν ἀναχωρεῖν, οὐδʼ αὐταὶ τὴν δέησιν ὑμῶν ἀποστρεφόμεθα, πίστιν δʼ εὐνοίας λαβοῦσαι τὴν μόνην ἡμῖν ἀξιόλογον νομισθεῖσαν ἀγαπήσομεν τὸν μεθʼ ὑμῶν βίον ὡς γαμεταὶ διανύσαι. 4.136δέος γάρ, μὴ καὶ κόρον τῆς ἡμετέρας ὁμιλίας λαβόντες ἔπειθʼ ὑβρίσητε καὶ ἀτίμους ἀποπέμψητε πρὸς τοὺς γονεῖς. συγγινώσκειν τε ταῦτα φυλαττομέναις ἠξίουν. τῶν δὲ ἣν βούλονται πίστιν δώσειν ὁμολογούντων καὶ πρὸς τὸ μηδὲν ἀντιλεγόντων ὑπὸ τοῦ πρὸς αὐτὰς πάθουςἐπεὶ ταῦτα ὑμῖν, 4.137ἔφασαν, δέδοκται, τοῖς δʼ ἔθεσι καὶ τῷ βίῳ πρὸς ἅπαντας ἀλλοτριώτατα χρῆσθε, ὡς καὶ τὰς τροφὰς ὑμῖν ἰδιοτρόπους εἶναι καὶ τὰ ποτὰ μὴ κοινὰ τοῖς ἄλλοις, ἀνάγκη βουλομένους ἡμῖν συνοικεῖν καὶ θεοὺς τοὺς ἡμετέρους σέβειν, καὶ οὐκ ἂν ἄλλο γένοιτο τεκμήριον ἧς ἔχειν τε νῦν φατε πρὸς ἡμᾶς εὐνοίας καὶ τῆς ἐσομένης τὸ τοὺς αὐτοὺς ἡμῖν θεοὺς προσκυνεῖν. 4.138μέμψαιτο δʼ ἂν οὐδείς, εἰ γῆς εἰς ἣν ἀφῖχθε τοὺς ἰδίους αὐτῆς θεοὺς προστρέποισθε καὶ ταῦτα τῶν μὲν ἡμετέρων κοινῶν ὄντων πρὸς ἅπαντας, τοῦ δʼ ὑμετέρου πρὸς μηδένα τοιούτου τυγχάνοντος. δεῖν οὖν αὐτοῖς ἔλεγον ταὐτὰ πᾶσιν ἡγητέον ζητεῖν ἄλλην οἰκουμένην, ἐν βιώσονται μόνοι κατὰ τοὺς ἰδίους νόμους.”


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 4.133 Joseph. AJ 4.137 (English) >>Joseph. AJ 4.141

Powered by PhiloLogic